Παραμονὴ τῆς μεγάλης ἑορτῆς.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ
προκατάλαβε.
Λαοὶ προσκιρτήσατε, χεῖρας κροτοῦντες πιστῶς, καὶ πόθω ἀθροίσθητε, σήμερον χαίροντες, καὶ φαιδρῶς ἀλαλάζοντες, πάντες ἐν εὐφροσύνη· τοῦ Θεοῦ γὰρ ἡ Μήτηρ, μέλλει τῶν ἐπιγείων, πρὸς τὰ ἄνω ἀπαίρειν, ἐνδόξως· ἣν ἐν ὕμνοις ἀεί, ὡς Θεοτόκον δοξάζομεν.

Κοντάκιον. Ἦχος δ’.
Ἐπεφάνης σήμερον.
Τῇ ἐνδόξῳ μνήμῃ σου ἡ οἰκουμένη, προσκιρτῶσα σήμερον, μετ’ εὐφροσύνης μυστικῶς, Θεοκυῆτορ κραυγάζει σοι· χαῖρε Παρθένε Χριστιανῶν τὸ καύχημα.

Μεγαλυνάριον.
Ἄνωθεν χορεῖαι Ἀγγελικαί, καὶ ἀπὸ περάτων, Ἀποστόλων θεία πληθύς, σπεύσατε προθύμως Γεθσημανῇ χωρίῳ, κηδεῦσαι ἐπαξίως, τὴν Θεομήτορα.